Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.274 Dem. 18.277 (English) >>Dem. 18.281

18.276καὶ πρὸς τοῖς ἄλλοις, ὥσπερ αὐτὸς ἁπλῶς καὶ μετʼ εὐνοίας πάντας εἰρηκὼς τοὺς λόγους, φυλάττειν ἐμὲ καὶ τηρεῖν ἐκέλευεν, ὅπως μὴ παρακρούσομαι μηδʼ ἐξαπατήσω, δεινὸν καὶ γόητα καὶ σοφιστὴν καὶ τὰ τοιαῦτʼ ὀνομάζων, ὡς ἐὰν πρότερός τις εἴπῃ τὰ προσόνθʼ ἑαυτῷ περὶ ἄλλου, καὶ δὴ ταῦθʼ οὕτως ἔχοντα, καὶ οὐκέτι τοὺς ἀκούοντας σκεψομένους τίς ποτʼ αὐτός ἐστιν ταῦτα λέγων. ἐγὼ δʼ οἶδʼ οἶδʼ ὅτι γιγνώσκετε τοῦτον ἅπαντες, καὶ πολὺ τούτῳ μᾶλλον ἐμοὶ νομίζετε ταῦτα προσεῖναι. 18.277κἀκεῖνʼ εὖ οἶδʼ ὅτι τὴν ἐμὴν δεινότηταἔστω γάρ. καίτοι ἔγωγʼ ὁρῶ τῆς τῶν λεγόντων δυνάμεως τοὺς ἀκούοντας τὸ πλεῖστον κυρίους· ὡς γὰρ ἂν ὑμεῖς ἀποδέξησθε καὶ πρὸς ἕκαστον ἔχητʼ εὐνοίας, οὕτως λέγων ἔδοξε φρονεῖν. εἰ δʼ οὖν ἐστι καὶ παρʼ ἐμοί τις ἐμπειρία τοιαύτη, ταύτην μὲν εὑρήσετε πάντες ἐν τοῖς κοινοῖς ἐξεταζομένην ὑπὲρ ὑμῶν ἀεὶ καὶ οὐδαμοῦ καθʼ ὑμῶν οὐδʼ ἰδίᾳ, τὴν δὲ τούτου τοὐναντίον οὐ μόνον τῷ λέγειν ὑπὲρ τῶν ἐχθρῶν, ἀλλὰ καὶ εἴ τις ἐλύπησέ τι τοῦτον προσέκρουσέ που, κατὰ τούτων. οὐ γὰρ αὐτῇ δικαίως, οὐδʼ ἐφʼ συμφέρει τῇ πόλει, χρῆται. 18.278οὔτε γὰρ τὴν ὀργὴν οὔτε τὴν ἔχθραν οὔτʼ ἄλλʼ οὐδὲν τῶν τοιούτων τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ τοὺς ὑπὲρ τῶν κοινῶν εἰσεληλυθότας δικαστὰς ἀξιοῦν αὑτῷ βεβαιοῦν, οὐδʼ ὑπὲρ τούτων εἰς ὑμᾶς εἰσιέναι, ἀλλὰ μάλιστα μὲν μὴ ἔχειν ταῦτʼ ἐν τῇ φύσει, εἰ δʼ ἄρʼ ἀνάγκη, πράως καὶ μετρίως διακείμενʼ ἔχειν. ἐν τίσιν οὖν σφοδρὸν εἶναι τὸν πολιτευόμενον καὶ τὸν ῥήτορα δεῖ; ἐν οἷς τῶν ὅλων τι κινδυνεύεται τῇ πόλει, καὶ ἐν οἷς πρὸς τοὺς ἐναντίους ἐστὶ τῷ δήμῳ, ἐν τούτοις· ταῦτα γὰρ γενναίου καὶ ἀγαθοῦ πολίτου.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.274 Dem. 18.277 (English) >>Dem. 18.281

Powered by PhiloLogic